Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής ΙΕ´ Λουκά (ιθ´ 1-10) Ο Ιησού και ο Ζακχαίος
Το Ευαγγέλιο Κυριακής ΙΕ´ Λουκά
Tῷ καιρῷ ἐκείνῳ, διήρχετο ὁ Ἰησοῦς τὴν Ἰεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. Καὶ προδραμὼν ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι δι’ ἐκείνης ἤμελλε διέρχεσθαι. Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ Ἰησοῦς εἶδεν αὐτόν καὶ εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.
Καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. Καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθε καταλῦσαι. Σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύριον· Ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· Ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.
Απόδοση σε νεολληνική το Ευαγγέλιο Κυριακής ΙΕ´ Λουκά
Εκεῖνο τόν καιρό, ὁ Ἰησοῦς περνοῦσε μέσα ἀπό τήν Ἱεριχῶ. Ἐκεῖ ὑπῆρχε κάποιος, πού τό ὄνομά του ἦταν Ζακχαῖος. Ἦταν ἀρχιτελώνης καί πλούσιος. Αὐτός προσπαθοῦσε νά δεῖ ποιός εἶναι ὁ Ἰησοῦς· δέν μποροῦσε ὅμως ἐξαιτίας τοῦ πλήθους καί γιατί ἦταν μικρόσωμος. Ἔτρεξε λοιπόν μπροστά πρίν ἀπό τό πλῆθος κι ἀνέβηκε σέ μιά συκομουριά γιά νά τόν δεῖ, γιατί θά περνοῦσε ἀπό κεῖ. Ὅταν ἔφτασε ὁ Ἰησοῦς στό σημεῖο ἐκεῖνο, κοίταξε πρός τά πάνω, τόν εἶδε καί τοῦ εἶπε: «Ζακχαῖε, κατέβα γρήγορα, γιατί σήμερα πρέπει νά μείνω στό σπίτι σου».
Ἐκεῖνος κατέβηκε γρήγορα καί τόν ὑποδέχτηκε μέ χαρά. Ὅλοι ὅσοι τά εἶδαν αὐτά διαμαρτύρονταν κι ἔλεγαν ὅτι πῆγε νά μείνει στό σπίτι ἑνός ἁμαρτωλοῦ. Τότε σηκώθηκε ὁ Ζακχαῖος καί εἶπε στόν Κύριο: «Κύριε, ὑπόσχομαι νά δώσω τά μισά ἀπό τά ὑπάρχοντά μου στούς φτωχούς καί ν’ ἀνταποδώσω στό τε-τραπλάσιο ὅσα ἔχω πάρει μέ ἀπάτη». Ὁ Ἰησοῦς, ἀπευθυνόμενος σ΄ αὐτόν, εἶπε: «Σήμερα αὐτή ἡ οἰκογένεια σώθηκε· γιατί κι αὐτός ὁ τελώνης εἶναι ἀπόγονος τοῦ Ἀβραάμ. Ὁ Υἱός τοῦ Ἀνθρώπου ἦρθε γιά ν’ ἀναζητήσει καί νά σώσει αὐτούς πού ἔχουν χάσει τόν δρόμο τους».
proseuxi.gr/