ΣΥΝΑΞΑΡΙ-4/1Αγίου Θεοκτίστου
Ἐν γῇ χλοαυγεῖ τῆς Ἐδὲμ Θεοκτίστῳ,
Μοῖραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε.
Βιογραφία
Ο Όσιος Θεόκτιστος ήταν ηγούμενος της Μονής Κουκουμίου (ή Κουκουμά ή Κουκούμης) στη Σικελία. Απεβίωσε ειρηνικά.
Ἀπολυτίκιον (Κατέβασμα)
Ἦχος γ’. Τὴν ὡραιότητα.
Κτίσις βασίλειος, Θεοῦ γενόμενος, βίον κατάλληλον, τῇ κλήσει ἔσχηκας, εὐαρεστήσας τῷ Θεῷ, ἐν ἔργοις δικαιοσύνης· ὅθεν Μοναζόντων σε, ποδηγέτην ἀνέδειξε, Χριστὸς ὁ φιλάνθρωπος, ὁ δεχθεὶς τοὺς ἀγῶνάς σου· ᾧ πρέσβευε ὑπὲρ τῶν βοώντων· χαίροις Θεόκτιστε θεόφρον.
Κοντάκιον
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἐκ Δυσμῶν ὡς ἥλιος ἐξανατείλας, μυστικῶς κατηύγασας τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ἀσκητικαῖς σου φαιδρότησι, Πάτερ παμμάκαρ, Θεόκτιστε Ὅσιε.
Μεγαλυνάριον
Φοῖνιξ ἐναρέτου ὤφθης ζωῆς, θάλλων διεξόδοις, σῶν ἱδρώτων τῶν εὐαγῶν· ὅθεν διατρέφεις, καρποῖς σου ἀθάνατοις, ἡμῶν τὰς διανοίας, Πάτερ Θεόκτιστε.
Τα σχόλια είναι κλειστά, αλλά Trackbacks και Pingbacks είναι ανοιχτά.